ΘΕΜΑΤΑ

ΑΝΤΙΤΗΛΟΣ1 ΑΡΚΟΙ2 ΑΡΚΟΝΗΣΟΣ3 ΑΡΜΑΘΙΑ1 ΑΣΤΑΚΙΔΑ1 ΑΣΤΥΠΑΛΑΙΑ11 ΑΥΓΟ1 ΓΑΔΑΡΟΣ7 ΓΑΙΑ3857 ΓΛΑΡΟΣ1 ΓΥΑΛΙ32 ΔΙΒΟΥΝΙΑ2 ΔΟΛΙΧΗ1 ΕΛΛΑΔΑ1586 ΖΑΦΟΡΑΣ ΜΑΚΡΥΣ1 ΙΑΣΟΣ4 ΙΜΙΑ2 ΚΑΛΑΒΡΟΣ1 ΚΑΛΑΜΑΡΙΑ4 ΚΑΛΟΓΕΡΟΣ1 ΚΑΛΟΛΙΜΝΟΣ2 ΚΑΛΥΜΝΟΣ160 ΚΑΜΗΛΟΝΗΣΙ2 ΚΑΝΔΕΛΙΟΥΣΑ3 ΚΑΡΠΑΘΟΣ13 ΚΑΣΟΣ8 ΚΑΣΤΕΛΛΟΡΙΖΟ20 ΚΑΣΤΡΙ1 ΚΕΔΡΕΑΙ[SEDIR]1 ΚΕΡΑΜΟΣ1 ΚΙΝΑΡΟΣ1 ΚΝΙΔΟΣ26 ΚΟΛΟΦΩΝΑΣ1 ΚΟΥΝΕΛΙ1 ΚΡΕΒΑΤΙΑ1 ΚΩΣ2262 ΛΕΒΙΘΑ3 ΛΕΙΨΟΙ6 ΛΕΠΙΔΑ1 ΛΕΡΟΣ32 ΛΕΣΒΟΣ1 ΛΥΤΡΑ1 ΜΥΝΔΟΣ1 ΝΕΚΡΟΘΗΚΗ1 ΝΕΡΟΝΗΣΙ1 ΝΗΠΟΥΡΙ1 ΝΗΣΟΣ1 ΝΙΜΟΣ1 ΝΙΣΥΡΟΣ193 ΞΕΝΑΓΟΡΑ ΝΗΣΟΙ1 ΟΦΙΔΟΥΣΑ1 ΠΑ.ΦΩ.ΚΩ43 ΠΑΤΜΟΣ29 ΠΑΧΕΙΑ6 ΠΕΝΤΙΚΟΝΗΣΙΑ1 ΠΕΤΡΟΚΑΡΑΒΟ1 ΠΙΑΤΑ1 ΠΙΤΤΑ1 ΠΛΑΤΕΙΑ1 ΠΛΑΤΗ2 ΠΟΝΤΙΚΟΥΣΑ1 ΠΡΑΣΟ1 ΠΡΑΣΟΝΗΣΙ1 ΠΡΑΣΟΝΗΣΙΑ1 ΠΡΑΣΟΥΔΑ ΚΑΤΩ1 ΠΥΡΓΟΥΣΑ5 ΡΟΔΟΣ139 ΡΩ1 ΣΑΒΟΥΡΑ1 ΣΑΜΟΣ14 ΣΑΝΤΟΡΙΝΗ64 ΣΑΡΑΚΙ1 ΣΑΡΙΑ1 ΣΕΣΚΛΙ1 ΣΟΧΑΣ1 ΣΤΡΟΒΙΛΟΣ1 ΣΤΡΟΓΓΥΛΗ[ΑΓΑΘΟΝΗΣΙΟΥ]1 ΣΤΡΟΓΓΥΛΗ[ΜΕΓΙΣΤΗΣ]1 ΣΤΡΟΓΓΥΛΗ[ΝΙΣΥΡΟΥ]3 ΣΥΜΗ38 ΣΥΡΝΑ4 ΣΦΥΡΝΑ1 ΤΕΛΕΝΔΟΣ1 ΤΕΡΜΕΡΑ1 ΤΗΛΟΣ28 ΤΡΑΓΟΝΕΡΑ1 ΤΡΑΓΟΥΣΑ1 ΤΣΟΥΚΑ1 ΦΑΡΜΑΚΟΝΗΣΙ3 ΧΑΛΚΗ15 ΨΕΡΙΜΟΣ22
Εμφάνιση περισσότερων

«Το παλαιόν Αστυπάλαια»


«Ἡ δὲ τῶν Κώιων πόλις ἐκαλεῖτο τὸ παλαιὸν Ἀστυπάλαια͵ καὶ ὠικεῖτο ἐν ἄλλωι τόπωι ὁμοίως ἐπὶ θαλάττηι· ἔπειτα διὰ στάσιν μετώικησαν εἰς τὴν νῦν πόλιν περὶ τὸ Σκανδάριον͵ καὶ μετωνόμασαν Κῶν ὁμωνύμως τῆι νήσωι. ἡ μὲν οὖν πόλις οὐ μεγάλη͵ κάλλιστα δὲ πασῶν συνωικισμένη καὶ ἰδέσθαι τοῖς καταπλέουσιν ἡδίστη. τῆς δὲ νήσου τὸ μέγεθος ὅσον πεντακοσίων σταδίων καὶ πεντήκοντα· εὔκαρπος δὲ πᾶσα͵ οἴνωι δὲ καὶ ἀρίστη͵ καθάπερ Χίος καὶ Λέσβος· ἔχει δὲ πρὸς νότον μὲν ἄκραν τὸν Λακητῆρα (ἀφ᾽ οὗ ἑξήκοντα εἰς Νίσυρον)͵ πρὸς δὲ τῶι Λακητῆρι χωρίον Ἁλίσαρνα͵ ἀπὸ δύσεως δὲ τὸ Δρέκανον καὶ κώμην καλουμένην Στομαλίμνην· τοῦτο μὲν οὖν ὅσον διακοσίους τῆς πόλεως διέχει σταδίους· ὁ δὲ Λακητὴρ προσλαμβάνει πέντε καὶ τριάκοντα τῶι μήκει τοῦ πλοῦ. ἐν δὲ τῶι προαστείωι τὸ Ἀσκληπιεῖον ἔστι͵ σφόδρα ἔνδοξον καὶ πολλῶν ἀναθημάτων μεστόν͵ ἐν οἷς ἐστι καὶ ὁ Ἀπελλοῦ Ἀντίγονος. ἦν δὲ καὶ ἡ ἀναδυομένη Ἀφροδίτη͵ ἣ νῦν ἀνάκειται τῶι θεῶι Καίσαρι ἐν Ῥώμηι͵ τοῦ Σεβαστοῦ ἀναθέντος τῶι πατρὶ τὴν ἀρχηγέτιν τοῦ γένους αὐτοῦ· φασὶ δὲ τοῖς Κώιοις ἀντὶ τῆς γραφῆς ἑκατὸν ταλάντων ἄφεσιν γενέσθαι τοῦ προσταχθέντος φόρου. φασὶ δ᾽ Ἱπποκράτην μάλιστα ἐκ τῶν ἐνταῦθα ἀνακειμένων θεραπειῶν γυμνάσασθαι τὰ περὶ τὰς διαίτας· οὗτός τε δή ἐστι τῶν ἐνδόξων Κῶιος ἀνὴρ καὶ Σῖμος ὁ ἰατρός͵ Φιλητᾶς τε ποιητὴς ἅμα καὶ κριτικός͵ καὶ καθ᾽ ἡμᾶς Νικίας ὁ καὶ τυραννήσας Κώιων͵ καὶ Ἀρίστων ὁ ἀκροασάμενος τοῦ περιπατητικοῦ καὶ κληρονομήσας ἐκεῖνον· ἦν δὲ καὶ Θεόμνηστος ὁ ψάλτης ἐν ὀνόματι͵ ὃς καὶ ἀντεπολιτεύσατο τῶι Νικίαι.»

Γεωγραφικά
Συγγραφέας: Στράβων
Βιβλίο ΙΔ, 2.19

Φωτογραφία από το Καμάρι της Κεφάλου της δεκαετίας του 30;[από το διαδίκτυο]

ΤΕΛΕΥΤΑΙΕΣ ΑΝΑΡΤΗΣΕΙΣ

Recent Posts Widget