Ευχαριστήριο των Κώων για τη νίκη των Ελλήνων έναντι των Γαλατών
Γεωδίφης
Ακολουθεί το διάταγμα στα αρχαία ελληνικά
Διοκλῆς Φιλίνου εἶπε· ἐπειδὴ τῶν βαρ-
βάρων στρατείαν ποιησαμένων ἐπὶ
τοὺς Ἕλλανας καὶ ἐπὶ τὸ ἱερὸν ἐν
Δελφοῖς, ἀναγγέλλεται τὸς μὲν ἐλ-
θόντας ἐπὶ τὸ ἱερὸν τιμωρίας τετεύ-
χεν ὑπὸ θεοῦ καὶ ὑπὸ τῶν ἀνδρῶν
τῶν ἐπιβοαθησάντων τῶι ἱερῶι ἐν τᾶι
τῶν βαρβάρων ἐφόδωι, τὸ δὲ ἱερὸν διαπε-
φυλάχθαι τε καὶ ἐπικεκοσμῆσθαι τοῖς
<ἀ>πὸ τῶν ἐπιστρατευσάντων ὅπλοις,
τῶν δὲ λοιπῶν τῶν στρατευσάντων
τοὺς πλείστους ἀπολώλεν ἐν τοῖς γε-
νομένοις ἀγῶσι ποτὶ τοὺς Ἕλλανας
αὐτοῖς· vac. ὅπως οὖν ὁ δᾶμος φανε-
ρὸς ἦι συναδόμενος ἐπὶ τᾶι γεγενημέ-
ναι νίκαι τοῖς Ἕλλασι καὶ τῶι θεῶι χαρισ-
τήρια ἀποδιδοὺς τᾶς τε ἐπιφανείας
τᾶς γεγενημένας ἕνεκεν ἐν τοῖς περὶ
τὸ ἱερὸν κινδύνοις καὶ τᾶς τῶν Ἑλλά-
νων σωτηρίας, vacat ἀγαθᾶι τύχαι, δε-
δόχθαι τῶι δάμωι, τὸν ἀρχιθέωρον καὶ
τοὺς θεωροὺς τοὺς ἁιρημένους, ἐπεί κα
ἀφίκωνται εἰς Δελφούς, θῦσαι τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι βοῦν χρυσόκερω ὑπὲρ
τᾶς τῶν Ἑλλάνων σωτηρίας καὶ ἐπεύ-
χεσθαι τῶι τε δάμωι τῶι Κώιων γίνεσ-
θαι τὰ ἀγαθὰ καὶ μεθ’ ὁμονοίας πολι-
τεύεν ἐν δαμοκρατίαι, καὶ τοῖς ἐπιβοα-
θήσασι τῶν Ἑλλάνων τῶι ἱερῶι εὖ ἦμεν
ἐς τὸν ἀεὶ χρόνον· ποιήσασθαι δὲ θυσίαν
καὶ τοὺς προστάτας τῶι τε Ἀπόλλωνι
τῶι Πυθίωι καὶ τῶι Διὶ τῶι Σωτῆρι καὶ τᾶι
Νίκαι· θυσάντω δὲ τῶν θεῶν ἑκάστωι
ἱερεῖον τέλευν· ἐν ἇι δέ κα ἁμέραι τὰν θυ-
σίαν ποιῶνται, ἱερὰν τὰν ἁμέραν ἦμεν καὶ
στεφαναφορεῖν τοὺς πολίτας καὶ τοὺς
παροίκους καὶ τὸς ἄλλος τὸς ἐνδα-
μεῦντας ἐγ Κῶι πάντας· ὁ δὲ ἱεροκᾶρυξ
ἀνειπάτω ὅτι ὁ δᾶμος ἱερὰν ἄγει τὰν ἁμέραν
ἐπὶ τᾶι τῶν Ἑλλάνων σωτηρίαι καὶ νίκαι,
τοῖς δὲ στεφαναφορήσασι λώιον καὶ ἄ-
μεινον ἦμεν· τὰν δὲ θυσίαν ποείσθων ἐν
τῶι μηνὶ τῶι Πανάμωι· τοὶ δὲ ταμίαι δόντω
ἐς μὲν τὰν ἐν Δελφοῖς θυσίαν δραχμὰς
τετρακοσίας, ἐς δὲ τὰν ἐγ Κῶι δραχμὰς
ἑκατὸν ἑξήκοντα· τοὶ δὲ προστάται ἐπι-
μεληθέντω ὅπως τοῖς τε θεωροῖς ἀποσ-
ταλῆι τὸ ἀργύριον καὶ ταὶ ἐγ Κῶι θυσίαι γέ-
νωνται· τοὶ δὲ πωληταὶ μισθωσάντω ἀ-
ναγράψαι τὸ ψάφισμα ἐστάλαν λιθίναν
καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ.
Η επιγραφή σήμερα βρίσκεται στο Μουσείο της Κωνσταντινούπολης.